Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.281 Joseph. AJ 2.287 (English) >>Joseph. AJ 2.291

2.285καὶ ταῦθʼ ἅμα λέγων κελεύει τοὺς ἱερεῖς τὰς αὐτὰς ὄψεις αὐτῷ παρασχεῖν ὁρᾶν, ὡς Αἰγυπτίων σοφῶν ὄντων καὶ περὶ τὴν τούτων ἐπιστήμην, καὶ ὅτι μὴ μόνος αὐτὸς ἔμπειρος ὢν εἰς θεὸν δύναται τὸ ἐν αὐτῇ παράδοξον ἀναφέρων πιθανὸς ὥσπερ ἀπαιδεύτοις ὑπάρχειν. καὶ μεθεμένων ἐκείνων τὰς βακτηρίας δράκοντες ἦσαν. 2.286Μωυσῆς δʼ οὐ καταπλαγείς, “οὐδʼ αὐτὸς μέν, εἶπεν, βασιλεῦ, τῆς Αἰγυπτίων σοφίας καταφρονῶ, τοσῷδε μέντοι κρείττονα τὰ ὑπʼ ἐμοῦ πραττόμενα τῆς τούτων μαγείας καὶ τέχνης φημί, ὅσῳ τὰ θεῖα τῶν ἀνθρωπίνων διαφέρει. δείξω δὲ οὐ κατὰ γοητείαν καὶ πλάνην τῆς ἀληθοῦς δόξης τἀμὰ, κατὰ δὲ θεοῦ πρόνοιαν καὶ 2.287δύναμιν φαινόμενα.” καὶ ταῦτʼ εἰπὼν μεθίησιν ἐπὶ τῆς γῆς τὴν βακτηρίαν κελεύσας αὐτὴν εἰς ὄφιν μεταβαλεῖν· δʼ ἐπείθετο καὶ τὰς τῶν Αἰγυπτίων βακτηρίας, οἳ δράκοντες ἐδόκουν, περιιοῦσα κατήσθιε μέχρι πάσας ἀνήλωσεν· εἶτʼ εἰς τὸ αὑτῆς σχῆμα μεταπεσοῦσαν κομίζεται Μωυσῆς. 2.288

δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατʼ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.281 Joseph. AJ 2.287 (English) >>Joseph. AJ 2.291

Powered by PhiloLogic